[ ] Eg. — Thebes [W.]: Colossus of Memnon — 130 AD
See also:
1    ὅτε σὺν τῇ Σεβαστῇ Σαβείνη-
   ι ἐγενόμην παρὰ τῷ Μέμνονι.
Αὔως καὶ γεράρω, Μέμνον, πάϊ Τιθώνοιο,
   Θηβάας θάσσων ἄντα Δίος πόλιος,
5 ἢ Ἀμένωθ, βασίλευ Αἰγύπτιε, τὼς ἐνέποισιν
   ἴρηες μύθων τῶν παλάων ἴδριες,
χαῖρε, καὶ αὐδάσαις πρόφρων ἀσπάσ̣δ̣ε[ο κ]αὔτ[αν]
   τὰν σέμναν ἄλοχον κοιράνω Ἀδριάνω.
γλῶσσαν μέν τοι τμᾶξε [κ]αὶ ὤατα βάρβαρο̣ς̣ ἄνηρ,
10    Καμβύσαις ἄθεος· τῶ ῥα λύγρῳ θαν̣άτῳ
δῶκέν τοι ποίναν τὤτωι ἅκ[ρῳ] ἄορι πλάγεις
   τῷ νήλας Ἆπιν κάκτανε τὸν θέϊον.
ἀλλ’ ἔγω οὐ δοκίμωμι σέθεν τόδ’ ὄ̣λ̣εσθ’ ἂ̣ν ἄγαλμα,
   ψύχαν δ’ ἀθανάταν λοίπ̣ο̣ν̣ ἔσωσ̣α̣ νόῳ.
15 εὐσέβεες γὰρ ἔμοι γένεται πάπποι τ’ ἐγένο̣ντο,
   Βάλβιλλός τ’ ὀ σόφος κ’ Ἀντίοχος βασίλευς,
Βάλβιλλος γενέταις μᾶτρος βασιλήϊδος ἄμμας̣,
   τῶ πάτε̣ρος δὲ πάτηρ Ἀντίοχος βασίλευς·
κήνων ἐκ γενέας κἄγω λόχον αἶμα τὸ κᾶλον,
20    Βαλβίλλας δ’ ἔμεθεν γρόπτα τάδ’ εὐσέβεος.
Search Help
Contact Us