[ ] Eg. — Thebes [W.]: Colossus of Memnon — 130 AD — cf. SEG 20.679
1         ὅτε τῇ πρώτῃ ἡμέρᾳ οὐκ ἀ-
        κούσαμεν τοῦ Μέμνονος.
χθίσδον μέν Μέμνων σίγαις ἀπε[δέξατ’ ἀκ]οίτα[ν](?),
   ὠς πάλιν ἀ κάλα τυῖδε Σάβιννα μ̣ό[λοι].
5 τέ̣ρπει γάρ σ’ ἐράτα μόρφα βασιλήϊδος ἄμ̣μας,
   ἐλθοίσαι δ’ [α]ὔ̣ται θήϊον ἄ̣χον ἴη,
μὴ καί τοι βασίλευς κοτέ̣σῃ, τό νυ δᾶρον ἀτά[ρβης]
   τὰν σέμναν κατέ̣χ̣ες κουριδίαν ἄλοχον.
κὠ Μέμνων τρέσσαις μεγάλω μένος Ἀδρι[άνοιο]
10    ἐξαπίνας αὔδασ’, ἀ δ’ ὀΐοισ’ ἐχάρη.
Search Help