[ ] Eg. — Philai Isl. — 116 BC
1                  (ἔτους) νδʹ, Παυνὶ κ̣βʹ.
βασιλεῖ Πτολεμαίωι καὶ
βασιλίσσηι Κλεοπάτραι τῆι
ἀδελφῆι καὶ βασιλίσσηι Κλεοπάτρα̣[ι]
5 τῆι γυναικὶ, θεοῖς Εὐεργέταις, καὶ τοῖς̣
τούτων τέκνοις Ἴσιδι, Σαράπιδι, Ὥρωι
καὶ τοῖς ἐν τῶι Ἀβάτωι θεοῖς ὑ̣πὲρ Ἀθηνα[ίου]
[τ]ο[ῦ συ]γγ̣ενοῦς [κ]αὶ σ̣[τρ]ατ̣ηγοῦ [τοῦ π]ερὶ
Ἐλε[φ]αντίνην Νέστω[ρ] Μελανίππ̣[ου] Φ̣ασηλίτης
10 τῶν ἀρχισωματοφυλάκ̣ων ὁ καθεσταμένος
ὑπ’ αὐτοῦ πρὸς τῆι φρουρ[α]ρχίαι Συήνης καὶ
Ἐλεφαντίνης καὶ Φιλῶ[ν] καὶ γερροφυλακίαι
καὶ πρὸς τῆι στρατηγί[α]ι τοῦ αὐτοῦ νομοῦ.
Search Help
Contact Us