1 | βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι |
τῆι ἀδε<λ>φῆι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι γυναικὶ | |
θεοῖς Εὐεργεταῖς καὶ τοῖς τέκνοις καὶ Χνούβει | |
καὶ Ἥραι καὶ Ἀνούκει καὶ Ἴσει καὶ Διονύσωι καὶ τοῖς ἄλλοις | |
5 | θεοῖς πᾶσι ὑπὲρ Πτολεμαίου τοῦ Πτολεμαίου |
τοῦ Εὐμένους τῶν πρώτων φίλων καὶ στρατηγοῦ | |
καὶ Πτολεμαίου καὶ Τιμάρχου καὶ Καλλικράτους τῶν ἰσοτίμων | |
τοῖς πρώτοις φίλοις τῶν υἱῶν αὐτοῦ Ἀσκληπιάδης | |
Ἀμμωνίου Μακεδὼν τῶ<ν> διαδόχων καὶ φρούραρχος | |
10 | Ἐλεφαντίνης. |