| 1 | βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι |
| τῆι ἀδε<λ>φῆι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι γυναικὶ | |
| θεοῖς Εὐεργεταῖς καὶ τοῖς τέκνοις καὶ Χνούβει | |
| καὶ Ἥραι καὶ Ἀνούκει καὶ Ἴσει καὶ Διονύσωι καὶ τοῖς ἄλλοις | |
| 5 | θεοῖς πᾶσι ὑπὲρ Πτολεμαίου τοῦ Πτολεμαίου |
| τοῦ Εὐμένους τῶν πρώτων φίλων καὶ στρατηγοῦ | |
| καὶ Πτολεμαίου καὶ Τιμάρχου καὶ Καλλικράτους τῶν ἰσοτίμων | |
| τοῖς πρώτοις φίλοις τῶν υἱῶν αὐτοῦ Ἀσκληπιάδης | |
| Ἀμμωνίου Μακεδὼν τῶ<ν> διαδόχων καὶ φρούραρχος | |
| 10 | Ἐλεφαντίνης. |