[ ]
Eg. — Thebes (Luxor) [E.] — 126 AD — RA 40 (1952.2) 205, 159 — BIFAO 81 (1981) 129-134
1 | ὑπὲρ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ |
καὶ τοῦ παντὸς οἴκου αὐτοῦ, Διὶ Ἡλίῳ μεγάλῳ Σαράπιδι, Γαῖος Ἰούλιος Ἀντωνεῖνος̣, | |
τῶν ἀπολελυμένων δεκαδάρχων, ἐκ τοῦ ἰδίου ἀνοικοδομήσας τὸ ἱερόν, τὸ ζῴδιον | |
ἀνέθηκεν εὐχῆς καὶ εὐσεβείας χάριν ἐπὶ 〚Τ̣[ίτου] Φ̣[λαούιου Τιτιανοῦ]〛 ἐπάρχου Αἰγύπτου· | |
5 | ὁ αὐτὸς δὲ καὶ νεοκόρος αὐτοῦ τοῦ μεγάλου Σαράπιδος καὶ τ̣ὰ̣ κατ̣ά̣λοιπα ζῴδια ἀνέθηκε |
(ἔτους) ιʹ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁ̣δριανοῦ Σεβαστοῦ, Τῦβι κθʹ. |