[ ]
Eg. — Hermoupolis Magna (El Ashmūnein) — 3rd c. AD — RA (1960.1) 77, I
| 1 | Μᾶρκος Αὐρήλιος Ἀμμώνιο[ς] νε[ωκόρ]ος |
| τοῦ μεγάλου Σαράπιδ[ος ․․․․c.12․․․․]ης | |
| ξυστάρχης γενόμενο[ς ἀρχιδ]ικαστὴς | |
| τῆς λαμπροτάτης πόλεως [τῶν Ἀλ]εξανδρέων | |
| 5 | ὁρκίζω σέ, ἄνθρωπε, τοη̣․․․εα̣․․․α̣τ̣α |
| θεοὺς καὶ θεὰς καὶ δαίμωνα[ς ․․․․]ις τοὺς | |
| τὸν χῶρον κατέχοντας μήτ[ε γ]ράμμα | |
| ἀφανίσαι τῶν ἐνγεγραμμένων μήτε λ̣<ί>θ̣ον | |
| ἀφελεῖν· τὰ γὰρ ἔνδον σώματά ἐστιν π[α]τρός | |
| 10 | μου καὶ μητρὸς καὶ ἀδελφοῦ καὶ ἀδελφῆς |
| καὶ ἀδελφιδῆς καὶ μάμμης καὶ φίλου πολ- | |
| λά μοι συναποδημήσαντος καὶ καμόντος | |
| παρὰ τὸν καιρὸν τῆς ἀθλήσεως. ταῦτα σοῦ | |
| δέομαι· οὕτως τυχεῖν γένοιτο τῶν | |
| 15 | ἐν βίῳ ἀγαθῶν εὐορκοῦντι, παρακούον- |
| τι δὲ τὰ ἐναντία. |