[ ]
Nub. — Khalewa — JEA 13 (1927) 229, 3 — SB 4.7430
| 1 | ☩ ὁ θ(εὸ)ς τῶν πν(ευμ)άτων καὶ πάσης σαρ- |
| κός, ὁ τὸν θάνατον καταργήσας καὶ | |
| τὸν Ἅδην καταπατήσας καὶ ζωὴν | |
| τῷ κόσμῳ χαρισάμενος, ἀνάπαυ- | |
| 5 | σον τὴν ψυχὴν τῆς δούλης σου |
| Γενσεούα ἐν κόλποις Ἀβραὰμ καὶ Ἰσαὰκ | |
| καὶ Ἰακώβ, ἐν τόπῳ φωτινῷ, ἐν τό- | |
| πῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη | |
| καὶ λύπη καὶ στεναγμός· πᾶν ἁμάρτημα | |
| 10 | παρ’ αὐτῆς πραχθὲν ἢ λόγῳ ἢ ἔργῳ ἢ κατὰ |
| διάνοιαν, ὡς ἀγαθὸς καὶ φιλάν(θρωπ)ος, συγ- | |
| χώρησον, ὅτι οὐκ ἔστιν ἄν(θρωπ)ος, ὃς ζήσεται | |
| καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος πάσης | |
| ἁμαρτίας ἐκτὸς ὑπάρχεις καὶ ἡ δικαιοσύ- | |
| 15 | νη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, Κ(ύρι)ε, |
| καὶ ὁ λόγος σου ἀλήθεια· σὺ γὰρ εἶ ἡ ἀνά- | |
| π̣α̣υ̣σις καὶ ἀνάστασις τὴν(!) σὴν δούλην | |
| [Γενσεούα, καὶ σοὶ τὴν δόξαν ἀνα]πέμπωμεν τῷ | |
| [Π(ατρ)ὶ καὶ τῷ Υ(ἱ)ῷ καὶ τῷ Ἁγίῳ Πν(εύματ)ι κα]ὶ νῦν κ[αὶ ἀεὶ | |
| 20 | καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν]. |