[ ]
Eg. — El Gīza — 22/3 AD — ASAE 29 (1929) 77-80 — SB 4.7738
| 1 | [ἔτου]ς̣ ἐνάτου Τιβερίου Καίσαρος Σεβα[στοῦ, ․c.5․]- |
| [․], οἱ ἀπὸ Βουσίρεως [τ]οῦ Λητοπολίτου νο[μοῦ συνε]- | |
| [λ]θόντες ὁμοθυμαδὸν τάδε ἐψηφίσαν[το· ἐπεὶ] | |
| Γναῖος Πομπήϊος Σαβεῖνος ὁ στρατηγὸ[ς ἡμῶν] | |
| 5 | οὐ διαλίπει πρὸς τοὺς ἀπὸ τοῦ νομοῦ ἐκτε[νῶς καὶ |
| φιλανθρώπως διακείμενος, μάλιστα δὲ π̣[ροάγων δι]- | |
| ὰ παντὸς ἐπ’ εὐεργεσίαι τοὺς τὴν κώμ[ην κατοι]- | |
| [κ]οῦντας, ἔν τε ταῖς δικαιοδοσίαις κατ’ ἴσον [ἀεὶ τὸ] | |
| [δ]ίκαιον καθαρῶς καὶ ἀδωροδοκήτως κατὰ [τὴν τοῦ] | |
| 10 | [θ]ειοτάτου ἡγεμόνος Γαΐου Γαλερίου βο[ύλησιν] |
| [ἀ]π[ο]νέμει, καὶ τὴν δὲ τῶν χωμάτων κατε[ργασίαν] | |
| [ἐν τ]οῖς δέουσιν καιροῖς μετὰ πάσης ἐπιμε[λείας] | |
| [π]οιεῖται ἀδεκάστως ἀναδεχόμενος πό[νον καὶ νυ]- | |
| [κτὸς] καὶ μεθ’ ἡμέραν ἄχρι συνετέλεσεν, [ὥστε καὶ] | |
| 15 | [τῶν] πεδίων πάνυ λιμνασθέντων ὑπέρ[μεγαν] |
| [σπ]ό[ρ]ον γεγονέναι, ἐποίησεν δὲ καὶ τοῖς [τὰ τῆς κώμ]- | |
| [ης] χώματα ἐργαζομένοις πρὸς τὸ ἀδι[αβόλους] | |
| [καὶ] ἀσυκοφαντήτους εἶναι παρὰ τὸ πάλ̣[αι σπό]- | |
| [ρ]ον προεῖσθαι, ἔτι [δ]ὲ καὶ τὴν τῶν δημο[σίων διά]- | |
| 20 | [π]ρασιν ποιεῖται μετὰ πάσης ἐπεικείας, [ἄνευ τε βί]- |
| [α]ς καὶ ἐπηρείας, ὃ [δ]ὴ μ[έ]γιστόν ἐστιν πρὸ[ς εὐδαιμο]- | |
| νίαν καὶ συνμον[ὴ]ν τῶν κωμῶν, καὶ [ἃ ἡ κώμη ὤφει]- | |
| λε ἄλλοις τοῖς τῆς [στρ]ατηγίας πραγμα[τικοῖς] | |
| ἐπιτελῶν [τ]οὺς [γεωργοὺ]ς φυλάττει ἀνυ[πόπτους] | |
| 25 | καὶ ἀζημίους [ὃν τ]ρόπον ἦν προσῆκον, [τούτων] |
| χάριν καὐτοὶ βουλ[όμεν]οι ἀμείβεσθαι χά[ρισιν], | |
| [ἐ]κρίναμεν τιμῆσαι τὸν π[ρο]γεγραμμένον Γν[αῖον] | |
| [Π]ομπήϊον Σαβεῖνον τὸν στρατηγὸν στήλη[ι λι]- | |
| [θίν]ηι πε[ρ]ιεχούσηι τόδε τὸ ψήφισμα, ἣν κα[ὶ σ]- | |
| 30 | [τῆσ]αι ἐν τῶι τῆς κώμης ἐπισημοτάτωι τόπ[ωι], |
| [ἀποδο]ῦναι δὲ αὐτῶι καὶ ἀντίγραφον [ὑπογ]εγραμμ[έ]- | |
| [νον ὑπὸ ὅσω]ν πλείστων, ὃ καὶ κύριο[ν ἔ]στ[αι]. |