[ ]
Eg. — Magdola (Medinet el-Nihās) — 95 BC — OGIS 2.740; SB 5.8932 — Fayoum 3.152
| 1 | ὑπὲρ βασιλέως Πτολεμαίου τοῦ κα[ὶ] |
| Ἀλεξάνδρου καὶ βασιλίσσης [Κ]λ̣[εο]- | |
| [πάτρας] τῆς ἀδελφῆς, θεῶν [Φιλομη]τ̣ό̣- | |
| ρων Σωτήρων καὶ τῶν τέκνων καὶ τῶν | |
| 5 | [προ]γόνων, Ἥρ̣ωνι θεῶι μεγάλωι. |
| (ἔτους) [κ]ʹ, Φ̣αμενὼ̣θ αʹ. | |
| [βασι]λ[εῖ Πτολεμ]αίωι τ[ῶι] καὶ Ἀλεξάνδρωι θεῶι | |
| [Φιλο]μήτο[ρι] χαίρειν Ἡ[ρ]ώδ[η]ς Χαριδήμου | |
| [καὶ Ἡρ]ώδης Νείλου ἀμ[φ]ότεροι τῶν ἐκ τῆς θερ[α]- | |
| 10 | πήας αʹ {²⁶πρώτου}²⁶ σημ<ή>ου. ὑπάρχοντος π[ρὸς] Μαγδῶ[λα] |
| ἱεροῦ Ἥρωνος θεοῦ μεγίστου, ἔτι δὲ καὶ ἱερ[ᾶς] | |
| γῆς ἀχρήστων, ἐν αἷς καὶ προσκλύζει ὁ προσπαρα- | |
| κείμενος αἰγιαλός, ἐν δὲ τούτωι ἀνακειμένω[ν] | |
| σοῦ τε, μέγιστε βασιλεῦ, καὶ τῶν προγόνων | |
| 15 | ἰκόνων γραπ<τ>ῶν, τῶν τε θυσιῶν καὶ σπονδῶν |
| καὶ τῶν ἄλλων τῶν νομιζομένων ὑπέρ τε σοῦ, | |
| [ν]ικηφόρε βασιλεῦ, καὶ τῶν τέκνων διὰ νυκτὸς | |
| καὶ ἡ̣μέρας συντελουμένων, νυνὶ δὲ τοῦ προ- | |
| δεδηλωμένου ἱεροῦ ἐγλελιμμένου τοῖς ὅλοις | |
| 20 | χάριν τοῦ μὴ μόνον τοὺς ἐπὶ πραγμάτων τετα[γ]- |
| μένους συνεχέστερον παραγινομένους συκο- | |
| φαντ<ί>ας καὶ σεισμοῦ{ς} ἕνεκα παρενοχλεῖν καὶ | |
| παραλογεύειν τὸ σημαινόμενον ἱερόν, ἀλλὰ | |
| καὶ ἐν ταῖς γινομέναις παρ’ ἕκαστον ἐν τῆι | |
| 25 | κώμηι λογείαις ἐπιχιρ̣[ε]ῖν τοὺς ἐκ τού[τ]ου ἱερεῖς |
| πράσσειν παρὰ τὸ καθῆκον τὸ ὅμοιον· τὸ δ’ ὅλον | |
| οὐ προσηκόντως ἐπιτηδεύουσιν ἀπαιτεῖν | |
| [τ]ῆς διασαφουμένης χέρσου ἱερᾶς γ̣ῆς τό τε θʹ {²⁶ἔνατον}²⁶ | |
| καὶ τὸ να̣ύ̣βιον· διὸ δὴ ἀξιοῦμέν <σέ>, τὸν εὐχά- | |
| 30 | ριστον καὶ θεότατον βασιλέα, καθ’ ἣν ἔχεις |
| πρὸς τὸ θεῖον εὐ[σ]έβειαν, ἐπιχωρήσαντα ἡ- | |
| μ[ῖν] διὰ προστάγματος εἶναι τὸ μηνυ- | |
| όμενον ἱερὸν ἄσυλον καὶ ἀναθεῖναι στήλας | |
| λιθίνας ἐκκεκολαμμένας τοῖς θ’ ἑλληνικο[ῖς] | |
| 35 | καὶ ἐνχωρίοις γράμμασιν πρὸ τοῦ λιθίνου προ- |
| πύλου τοῦ ἱεροῦ, προστάξαι Πτολεμαίωι τῶι | |
| συγγενεῖ καὶ ὑπομνηματογράφωι καὶ ἐπιστρα- | |
| τήγωι γράψαι Λυσανίαι τῶι συγγενεῖ καὶ στρα- | |
| τηγῶι τοῦ νομοῦ κατακολουθήσαντα τοῖς | |
| 40 | ἠξιωμένοις μηδενὶ ἐπιτρέπειν πράσσειν |
| μηδὲ παραλογεύειν μηδὲ εἰσεῖναι εἰς τὸ | |
| ἱερὸν μήτε ἡμᾶς μήτε τοὺς ἁγνεύοντας ἱερεῖς | |
| μηδὲ τὸν προφήτην ἀπαιτεῖν μηθὲν μη[δὲ] | |
| παρενοχλεῖν κατὰ μηδενὰ τρόπον μηδὲ μ̣ὴ̣ν̣ | |
| 45 | τῆς ἱερᾶς ἀχρήστου παρευρέ<σ>ει ᾑτι<νι>οῦν· ὅπως |
| πολλο͂ι μᾶλλον προθυμότερον τὰ νομιζόμενα | |
| ἐπι[τέ]λωσει αὐτοί τε ἐσόμεθα π[ε]φιλανθρωπημέν[οι]. εὐτύχε[ι]. | |
| Λυσ[αν]ίαι· μηδενὶ ἐπιτρέπειν εἰσβιάζεσθαι | |
| εἰς τὸ ἱερόν. (ἔτους) κʹ, Ἁθὺρ ιηʹ. | |
| 50 | τῶι ἐπιστάτει· κατακολουθεῖν τοῖς προστε- |
| ταγγμένοις {²vac.}² (ἔτους) κʹ, Μεχεὶρ ιʹ. |