[ ]
Eg. — Athribis (Tell Atrīb, nr. Benha) — 96 BC — SB 1.620
| 1 | ἐπὶ ἡγεμόνος Ἐπανδρίδου. |
| Μικυθίων Χαριδάμου εἶπεν· | |
| ἐπειδὴ Ἀρίστων Ἡρακλείδου Σολεὺς εὖνους ὑπάρχων διατελεῖ | |
| τῶι δήμωι τῶι Χαλκιδέων καὶ πολλοῖς τῶν πολιτῶν χρήσ<ι>μος γίνεται εἰς ἃ ἅν τις αὐτὸν | |
| 5 | παρακαλῇ, ἐκπεμφθεὶς δὲ καὶ ὑπὸ τοῦ βασιλέως Πτολεμαίου τοῦ πρεσβυτέρου ἐπὶ τῆς |
| σιτικῆς δωρεᾶς τῆς ἀποσταλείσης Ῥωμαίοις καὶ παραγενόμενος εἰς τὴν ἡμετέραν | |
| πόλιν τήν τε ἀναστροφὴν ἐποιήσατο ἐν τῆι ἐπιδημίαι ἀξίως τοῦ τε πέμψαντος | |
| βασιλέως καὶ τῆς ἡμετέρας πόλεως, δεδόχθαι τῆι βουλῆι πρόξενον εἶναι καὶ εὐερ- | |
| γέτην τοῦ δήμου τοῦ Χαλκιδέων Ἀρίστωνα Ἡρακλείδου Σολῆ καὶ αὐτὸν καὶ ἐγγόνους | |
| αὐτοῦ, καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέμου ὄντος | |
| 10 | καὶ εἰρήνης, καὶ τἆλλα ὑπάρχειν αὐτοῖς πάντα ὅσαπερ καὶ τοῖς ἄλ<λ>οις προξένοις καὶ εὐεργέταις |
| τοῦ δήμου τοῦ Χαλκιδέων γέγραπται. |