[ ] Eg. — Antinooupolis (Sheikh ‘Ibāda) — 137 AD — Pan Des. 80 (= Portes 4) — IGRR 1.1142; SB 5.8908
1 Αὐτοκράτωρ Καῖσαρ, θεοῦ
[Τραιαν]οῦ Παρθικοῦ υἱὸς,
θεοῦ Νέρουα υἱωνὸς Τραιανὸς
Ἁδριανὸς Σεβαστός, ἀρχιερεὺς
5 μέγιστος, δημαρχικῆς ἐξουσίας
τὸ καʹ, αὐτοκράτωρ τὸ βʹ,
ὕπατος τὸ γʹ, πατὴρ πατρίδος,
ὁδὸν καινὴν Ἁδριανὴν ἀπὸ
Βερενίκης εἰς Ἀντινόου διὰ
10 τόπων ἀσφαλῶν καὶ ὁμαλῶν
παρὰ τὴν Ἐρυθρὰν θάλασσαν
ὑδρεύμασιν ἀφθόνοις καὶ
σταθμοῖς καὶ φρουρίοις δι-
ειλημμένην ἔτεμεν
15     ἔτους καʹ, Φαμενὼθ αʹ.
Search Help
Contact Us