[ ] Eg. — Khārga Oasis — Qasr Zaiyan — 140 AD — IGRR 1.1264; SB 5.8443
1           ἀγα[θῆι τύ]χ[ι].
Ἀμενήβι θεῶι μεγίστωι Τχονεμύρεως καὶ τοῖς
συννάοις θεοῖς ὑπὲρ τῆς εἰς αἰῶνα διαμονῆς Ἀντωνείνου
Καίσαρος τοῦ κυρίου καὶ τοῦ σύμπαντος αὐτοῦ οἴκου ὁ σηκὸς τοῦ ἱεροῦ καὶ τὸ
5 πρόναον ἐκ καινῆς κατεσκευάσθη ἐπὶ Ἀουιδίου Ἡλιοδώρου ἐπάρχου Αἰγύπτου,
Σεπτιμίου Μάκρωνος ἐπιστρατήγου, στρατηγοῦντος Πλινίου
Καιπίωνος,
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου
Σεβαστοῦ Εὐσεβοῦς, Μεσορῆ ὀκτωκαιδεκάτῃ.
Search Help
Contact Us