[ ]
Abyssinia — Axume (Aksum) — 4th/5th c. AD — SEG 26.1813
| 1 | ἐν τῇ πίστι τοῦ θ[εοῦ καὶ] τῇ δυ̣νά̣μ̣ι̣ τοῦ [Πα]- |
| τρὸς καὶ Υἱοῦ καὶ [Ἁ]γί[ο]υ [Π]νε̣ύματος, τ[ῷ] | |
| [σ]ώσαντί μοι τὸ βασ[ίλ]ιον τῇ πίστι τοῦ υἱ[οῦ] | |
| α̣ὐτοῦ Ἰησοῦ Χριστοῦ, τῷ βοηθήσαντί μο[ι] | |
| 5 | τῷ καὶ πάντοταί μοι βοηθοῦντι ἐγὼ |
| Ἀζαν̣ᾶς βασιλεὺς Ἀξωμιτῶν καὶ Ὁμηρι- | |
| [τῶν κ]α̣ὶ τοῦ Ῥεειδᾶν καὶ Σαβαειτῶν καὶ | |
| τ̣ο̣ῦ̣ Ϲ[ιλ]ε̣ῆλ καὶ τοῦ Χάσω καὶ Βουγαειτῶν̣ | |
| [κ]α̣ὶ τ̣οῦ Τιαμῶ, ΒΙΣΙ ΑΛΗΝΕ, υἱὸς τοῦ ΕΛΛΕ- | |
| 10 | ΑΜΙΔ̣Α̣, δοῦλος Χριστοῦ, εὐχαριστῶ Κυρίῳ |
| τῷ [θεῷ] μου καὶ οὐ δύναμαι εἰπῖν πλίρης | |
| τὰς εὐχ̣α̣ριστίας αὐτοῦ, ὅτι οὐ δύναται | |
| τὸ στό[μ]α̣ μου καὶ ἡ διάνοιά μου πάσας | |
| τὰς εὐχα̣ριστίας ἅ̣σπερ ἐποίησεν μετ’ ἐ- | |
| 15 | μοῦ, ὅτι ἐπ[οί]ησεν ἐμοὶ ἠσχὺν καὶ δύναμιν |
| καὶ ἐχαρίσ[α]τ̣ό μοι ὄ[ν]ομα μέγα διὰ τοῦ υἱοῦ | |
| [α]ὐτοῦ εἰς ὃν ἐπ[ί]σ̣τευσα [κα]ὶ ἐποί̣η̣σ̣εν μαι ὁ- | |
| [δ]η̣γὸν πάσης τῆς βασιλίας μου̣ δ̣ιὰ̣ τὴν πί- | |
| στ[ι]ν τοῦ Χριστοῦ τ[ῷ] θελήματι [αὐ]τοῦ καὶ | |
| 20 | δυνά̣μι τοῦ̣ Χριστοῦ, ὅτι αὐτὸς ὁ̣δήγησέν |
| μαι καὶ ε̣ἰς α[ὐ]τὸν πιστεύω καὶ αὐτὸς ἐγέ- | |
| νετό μοι ὁδηγός. ἐξῆλθα πολεμῆσαι | |
| τοὺς ΝΩΒΑ, ὅτι κατέκραξαν κατ’ αὐτῶν | |
| οἱ ΜΑΝΓΑΡΘΩ καὶ Χ̣ΑΣΑ καὶ ΑΤΙΑΔΙΤΑΙ | |
| 25 | καὶ ΒΑΡΕΩΤΑΙ λέγοντες ὅτι κατεπόνη- |
| σ̣α̣ν ἡμᾶς οἱ ΝΩΒΑ, βοηθήσατε ἡμῖν, ὅτι ἔ- | |
| θληψαν ἡμᾶς ἀποκτένοντες. καὶ ἀνέστην̣ | |
| ἐν τῇ δυνάμι τοῦ θεοῦ Χριστοῦ, εἰς ὃν ἐπί- | |
| σ̣τευσα, κ̣α̣ὶ ὁδήγησέν με. καὶ ἀνέστην ἀ- | |
| 30 | πὸ Ἀξώμεος ἐν̣ μ̣ινὶ κατὰ Ἀξωμιτὰς ΜΑΓΑ- |
| ΒΙΘΕ ηʹ ἡμέρᾳ Ϲαμβάτῳ πίστι τοῦ θεοῦ καὶ | |
| ἔφθασα εἰς ΜΑΜΒΑΡΙΑΝ̣ καὶ ἐκῖθεν ἐσιτάρχησα. |