[ ]
Eg. — Alexandria Mus. — 130 BC — Pan Des. 86; Breccia 19,37[b] — SB 5.8881
| 1 | ὑπὲρ βασιλέως Πτολεμαίου κα[ὶ] |
| βασιλίσσης Κλεοπάτρας τῆς γυναι̣[κός], | |
| θεῶν Εὐεργετῶν, καὶ τῶν τέκνων α[ὐτῶν] | |
| Σωτήριχος Ἰκαδίωνος Γορτύνιος, τ̣ῶ̣[ν] | |
| 5 | ἀρχισωματοφυλάκων, ὁ ἀπεσταλ̣- |
| μένος ὑπὸ Παῶτος τοῦ συγγενοῦς κα[ὶ] | |
| στρατηγοῦ τῆς Θηβαΐδος, ἐπὶ τὴν συναγ[ω]- | |
| γὴν τῆς πολυτ[ε]λοῦς λιθείας καὶ ἐπὶ τῶν | |
| πλῶν καὶ παρεξόμενος τὴν ἀσφάλειαν το[ῖς] | |
| 10 | κατακομίζουσι ἀπὸ τοῦ κατὰ Κόπτον ὄρου[ς] |
| τὰ λιβανωτικὰ φορτία καὶ τἆλλα ξένια̣ | |
| Πανὶ Εὐόδωι καὶ τοῖς ἄλλοις θεοῖς | |
| πᾶσι καὶ πάσαις, (ἔτους) μαʹ, Θὼθ ιʹ. |