[ ] Eg. — Alexandria Mus. — 130 BC — Pan Des. 86; Breccia 19,37[b] — SB 5.8881
1 ὑπὲρ βασιλέως Πτολεμαίου κα[ὶ]
βασιλίσσης Κλεοπάτρας τῆς γυναι̣[κός],
θεῶν Εὐεργετῶν, καὶ τῶν τέκνων α[ὐτῶν]
Σωτήριχος Ἰκαδίωνος Γορτύνιος, τ̣ῶ̣[ν]
5 ἀρχισωματοφυλάκων, ὁ ἀπεσταλ̣-
μένος ὑπὸ Παῶτος τοῦ συγγενοῦς κα[ὶ]
στρατηγοῦ τῆς Θηβαΐδος, ἐπὶ τὴν συναγ[ω]-
γὴν τῆς πολυτ[ε]λοῦς λιθείας καὶ ἐπὶ τῶν
πλῶν καὶ παρεξόμενος τὴν ἀσφάλειαν το[ῖς]
10 κατακομίζουσι ἀπὸ τοῦ κατὰ Κόπτον ὄρου[ς]
τὰ λιβανωτικὰ φορτία καὶ τἆλλα ξένια̣
Πανὶ Εὐόδωι καὶ τοῖς ἄλλοις θεοῖς
πᾶσι καὶ πάσαις, (ἔτους) μαʹ, Θὼθ ιʹ.
Search Help