[ ]
Eg. — Satis Isl. (es-Sehel) [First Cataract] — 143-142? BC — Th.Sy. 303; SB 5.8394
| 1 | ὑπὲρ βασιλέως Πτολεμαίου καὶ βασιλίσσης |
| Κλεοπάτρας τῆς ἀδελφῆς, θεῶν Εὐεργετῶν, | |
| καὶ τῶν τέκνων Ἡρώιδης Δημοφῶντος | |
| Βερενικεὺς, ὁ ἀρχισωματοφύλαξ καὶ στρατηγός, | |
| 5 | καὶ οἱ συνάγοντες ἐν Σήτει τῆι τοῦ Διονύσου |
| νήσωι βασιλισταὶ ὧν τὰ ὀνόματα ὑπόκειται, | |
| Χνούβει τῶι καὶ Ἄμμωνι, Σάτει τῆι καὶ Ἥραι, | |
| Ἀνούκει τῆι καὶ Ἑστίαι, Πετεμπαμέντει τῶι καὶ | |
| Διονύσωι, Πετενσήτει τῶι καὶ Κρόνωι, Πετενσήνε[ι] | |
| 10 | τῶι καὶ Ἑρμεῖ, θεοῖς μεγάλοις, καὶ τοῖς ἄλλοις τοῖς |
| ἐπὶ τοῦ Καταράκτου δαίμοσιν τὴν στήλην κα<ὶ τ>ὰ | |
| πρὸς τὰς θυσίας καὶ σπονδὰς τὰς ἐσομένας | |
| ἐν τῆι συνόδωι κατὰ τὰς πρώτας ἐνάτας τοῦ | |
| μηνὸς ἑκάστου καὶ τὰς ἄλλας ἐπωνύμους ἡμέρας | |
| 15 | δι’ ἑκάστου εἰσενηνεγμένα χρήματα, v ἐπὶ v |
| Παπίου τοῦ Ἀμμωνίου προστάτου καὶ | |
| Διονυσίου τοῦ Ἀπολλωνίου ἱερέως τῆς συνόδου· | |
| I.18 | Ἡρώιδης Δημοφῶντος, |
| Ἑρμίας Ἀμμωνίου, | |
| 20 | Παπίας Ἀμμωνίου, |
| Διονύσιος Ἀπολλωνίου, | |
| Φιλάμμων Φιλάμμωνος, | |
| Ἀμμώνιος Ἀπολλωνίου, | |
| Πετεαρόηρις Φανούφιος, | |
| 25 | Δωρίων Ἀπολλωνίου, |
| Ψένχνουβις Πελαίου, | |
| Πανίσκος Κεφάλωνος, | |
| Ψενπόηρις Πετήσιος, | |
| Πρώταρχος Πρωτάρχου, | |
| 30 | Πρωτίων Ἡρακλείδου, |
| Σαραπίων Ἀπολλωνίου, | |
| Διονύσιος Κεφάλωνος, | |
| Πάχνοῦβις Τοτέους, | |
| Πελαίας Πελαίου, | |
| II/III.35 | Σαραπίων Ἀμμωνίου, Ἀμμώνιος Ἀπ̣ο̣λ̣λωνίου, |
| Ἀσκληπιάδης Πτολεμαίου, Ξεινιάδης | |
| Ἰτάγου, | |
| Διονύσιος Ἀμμωνίου, Ἁρμόδιος Βασιλείδου, | |
| Νησιώτης — — —, | |
| 40 | Διονύσιος Ἀμμωνίου, |
| Ἀσκληπιάδης Διονυσίου, | |
| Διονύσιος Σω̣κράτου, Εὐμένης Διονυ(σίου), | |
| Ἀπολλώνιος Ἰτάγου, | |
| Πελαίας Ζμενιχνούβιος. |