[ ] Eg. — Alexandria — 186-181 BC — SB 5.8274; cf. SEG 27.1029
1 Πτολεμαῖον τὸν ἀρχισωματοφύλακα
καὶ ἀρχικύνηγον, τὸν Πτολεμαίου
τῶν πρώτων φίλων καὶ ἀρχικυνήγου υἱόν,
τὸ κοινὸν τῶν Λυκίων ἀρετῆς ἕνεκεν
5 καὶ εὐνοίας ἧς ὁ πατὴρ αὐτοῦ διατελεῖ
παρεχόμενος εἴς τε βασιλέα Πτολεμαῖον
καὶ τὴν ἀδελφὴν βασίλισσαν Κλεοπάτραν,
θεοὺς Ἐπιφανεῖς καὶ Εὐχαρίστους, καὶ τὰ τέκνα
καὶ εἰς τὸ κοινὸν τῶν Λυκίων.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server