[ ]
Abys. — Adoulis (Zula) — 240 BC — Kosmas Ind., Topogr.Chr.2.58-59
| {²Kosmas Indikopl.,Topographia Christ. 2.58-59, I, pp. 371-373 ed. Wolska-Conus}² | |
| 1 | βασιλεὺς μέγας Πτολεμαῖος, υἱὸς βασιλέως Πτολεμαίου |
| καὶ βασιλίσσης Ἀρσινόης θεῶν Ἀδελφῶν, τῶν βασιλέω<ς> | |
| Πτολεμαίου καὶ βασιλίσσης Βερενίκης θεῶν Σωτήρων | |
| ἀπόγονος, τὰ μὲν ἀπὸ πατρὸς Ἡρακλέος {²⁷Ἡρακλέως VS, Ἡρακλέους Ditt.}²⁷ τοῦ Διός, τὰ δὲ ἀπὸ μη- | |
| 5 | τρὸς Διονύσου τοῦ Διός, παραλαβὼν παρὰ τοῦ πατρὸς |
| τὴν βασιλείαν Αἰγύπτου καὶ Λιβύης καὶ Συρίας | |
| καὶ Φοινίκης καὶ Κύπρου καὶ Λυκίας καὶ Καρίας καὶ τῶν | |
| Κυκλάδων νήσων ἐξεστράτευσεν εἰς τὴν Ἀσίαν μετὰ | |
| δυνάμεως {²⁷δυνάμεων LSm Ditt.}²⁷ πεζικῶν καὶ ἱππικῶν καὶ ναυτικοῦ στόλου | |
| 10 | καὶ ἐλεφάντων Τρωγλοδυτικῶν {²⁷Τρωγοδυτικῶν}²⁷ καὶ Αἰθιοπικῶν, οὓς ὅ τε πατὴρ |
| αὐτοῦ καὶ αὐτὸς πρῶτος {²⁷πρῶτο<ι> Ditt.}²⁷ ἐκ τῶν χωρῶν τούτων ἐθήρευσαν | |
| καὶ καταγαγόντες εἰς Αἴγυπτον κατεσκεύασαν <πρὸς τὴν L> | |
| πολεμικὴν χρείαν. κυριεύσας δὲ τῆς τε ἐντὸς Εὐφράτου | |
| χώρας πάσης καὶ Κιλικίας καὶ Παμφυλίας καὶ Ἰωνίας καὶ τοῦ Ἑλ- | |
| 15 | λησπόντου καὶ Θράικης καὶ τῶν δυνάμεων <καὶ V> τῶν ἐν ταῖς χώραις |
| ταύταις πασῶν καὶ ἐλεφάντων Ἰνδικῶν, καὶ τοὺς μονάρχους τοὺς ἐν | |
| τοῖς τόποις πάντας ὑπηκόους καταστήσας διέβη τὸν Εὐφράτην | |
| ποταμὸν καὶ τὴν Μεσοποταμίαν καὶ Βαβυλωνίαν καὶ Σουσι- | |
| ανὴν καὶ Περσίδα καὶ Μηδείαν καὶ τὴν λοιπὴν πᾶσαν ἕως | |
| 20 | Βακτριανῆς ὑφ’ ἑαυτῶι ποιησάμενος καὶ ἀναζητήσας ὅσα |
| ὑπὸ τῶν Περσῶν ἱερά ἐξ Αἰγύπτου ἐξήχθη καὶ ἀνακο- | |
| μίσας μετὰ τῆς ἄλλης γάζης τῆς ἀπὸ τῶν τόπων εἰς Αἴ- | |
| γυπτον δυνάμεις ἀπέστειλε διὰ τῶν ὀρυχθέντων πο- | |
| ταμῶν ... |