[ ]
Eg. — Ptolemaïs Hermiou (El Manshāh) — 269-246 BC — Milne 17,9270; Prose 3 — SB 5.8854
| 1 | ἔδοξεν τοῖς τεχνίταις τοῖς περὶ τὸν |
| Διόνυσον καὶ θεοὺς Ἀδελφοὺς καὶ τοῖς | |
| τὴν σύνοδον νέμουσιν, στεφανῶσαι | |
| Διονύσιον Μουσαίου πρύτανιν διὰ βίου | |
| 5 | κισσοῦ στεφάνωι κατὰ τὰ πάτρια εὐνοίας |
| ἕνεκα τῆς εἰς τὴν πόλιν τῶν Πτολεμαιέων | |
| καὶ τοὺς τεχνίτας τοὺς [περὶ] τὸν μέγαν | |
| Διόνυσον καὶ θεοὺς Ἀδελφούς. | |
| ἀναγ[ορε]ύσαι δὲ τὸν στέφανον τοῖς | |
| 10 | Διονυσίοις καὶ ἀναγραφῆναι [τὸ] |
| ψήφισ[μα] τόδε εἰς στή[λ]ην [καὶ] ἀναθεῖναι | |
| πρὸ τοῦ νεὼ τοῦ Διονύσου. τὸ δὲ ἀνάλωμα | |
| τὸ εἰς τὴν στήλην δοῦναι τὸν οἰ[κον]όμο[ν] | |
| Σωσίβιον. |