[ ] Eg. — Ptolemaïs Hermiou (El Manshāh) — 269-246 BC — Milne 17,9270; Prose 3 — SB 5.8854
1 ἔδοξεν τοῖς τεχνίταις τοῖς περὶ τὸν
Διόνυσον καὶ θεοὺς Ἀδελφοὺς καὶ τοῖς
τὴν σύνοδον νέμουσιν, στεφανῶσαι
Διονύσιον Μουσαίου πρύτανιν διὰ βίου
5 κισσοῦ στεφάνωι κατὰ τὰ πάτρια εὐνοίας
ἕνεκα τῆς εἰς τὴν πόλιν τῶν Πτολεμαιέων
καὶ τοὺς τεχνίτας τοὺς [περὶ] τὸν μέγαν
Διόνυσον καὶ θεοὺς Ἀδελφούς.
ἀναγ[ορε]ύσαι δὲ τὸν στέφανον τοῖς
10 Διονυσίοις καὶ ἀναγραφῆναι [τὸ]
ψήφισ[μα] τόδε εἰς στή[λ]ην [καὶ] ἀναθεῖναι
πρὸ τοῦ νεὼ τοῦ Διονύσου. τὸ δὲ ἀνάλωμα
τὸ εἰς τὴν στήλην δοῦναι τὸν οἰ[κον]όμο[ν]
Σωσίβιον.
Search Help
Contact Us