[ ] Eg. — Abydos — (El ‘Araba el-Madfūna)? — early Rom. Imp. period
1 πατρὶς μέν μοί ἐστι Λύκων πόλις· εἰμὶ δ’ Ἀπόλλν(?)], |
  ἐν Φαρίηι γαίηι θυμὸν ἀποφθίμενος· |
νήπιος ἡρπάσθην δ’ ἑκκαιδεκάτου ἐνιαυτοῦ, |
  ἔκτον ἀωροσύνης μῆνα παρερχόμενος. |
5 νῦν δ’ Ἀβυδηναίου τὸν Ὀσείριδος ἀμφιπολεύω |
  θῶκον καὶ φθιμένων οὐκ ἐπάτησα δόμους. |
ἀθανάτων καὶ τέκνα μεμορμένον οἶτ̣ον ἐπέσ[πεν], |
  ἀλλ’ οἰκεῖ μακάρων Ἠλύσιον πεδίον·
ἐνθ’ ἅμα παισὶ θεῶν με φ[έρ]ων Κυλλήνιος Ἑρμῆς |
10   ἵδρυσε καὶ Λήθης οὐκ ἔπιον λιβάδα.
Search Help
Contact Us