[ ]
Eg. — Abydos — (El ‘Araba el-Madfūna)? — early Rom. Imp. period
| 1 | πατρὶς μέν μοί ἐστι Λύκων πόλις· εἰμὶ δ’ Ἀπόλλ[ων(?)], | |
| ἐν Φαρίηι γαίηι θυμὸν ἀποφθίμενος· | | |
| νήπιος ἡρπάσθην δ’ ἑκκαιδεκάτου ἐνιαυτοῦ, | | |
| ἔκτον ἀωροσύνης μῆνα παρερχόμενος. | | |
| 5 | νῦν δ’ Ἀβυδηναίου τὸν Ὀσείριδος ἀμφιπολεύω | |
| θῶκον καὶ φθιμένων οὐκ ἐπάτησα δόμους. | | |
| ἀθανάτων καὶ τέκνα μεμορμένον οἶτ̣ον ἐπέσ[πεν], | | |
| ἀλλ’ οἰκεῖ μακάρων Ἠλύσιον πεδίον· | |
| ἐνθ’ ἅμα παισὶ θεῶν με φ[έρ]ων Κυλλήνιος Ἑρμῆς | | |
| 10 | ἵδρυσε καὶ Λήθης οὐκ ἔπιον λιβάδα. |