[ ]
Eg. — Xoïs (Sakha) — end 2nd c. AD — SEG 8.464
| I | {²Moschion to Osiris:}² |
| 1 | σῆς ἀρετῆς μνήμην, πανυπείροχε κοίραν’ Ὄσιρι, |
| στήληι ἀναγράψας σηκοῦ ἐπὶ προπύλοις | |
| ἄνθεμα τοῦθ’ Ἕλλησι καὶ ἐνδαπίοισιν ἀμοιβὴν | |
| ἕστακα κηρύσσων πλινθίδος ἐν σελίσιν. | |
| 5 | |
| II.4a | {²The stele to the passer-by:}² |
| 5 | τί με τὴν ἀΰπνοις φροντίσιν εὕδουσαν ἐγείρων |
| σκύλλεις, ἀνερευνᾶν ἐθέλων, ὡς περίεργον | |
| κοὐχ ἁπλῆν ἔχουσαν κανόνων εὔθετον ὄψιν; | |
| ὁ γὰρ εὐσεβίην καὶ τὸ καλῶς ἔχον προτιμῶν | |
| χαριτήσιον ὧν προέπαθεν ἀνατιθεὶς θεῶι με | |
| 10 | Μοσχίων μερίμνης ἀγαθῆς ἔδωκε πεῖραν, |
| οὐ παχεῖ λόγωι πλάσας τι, γυμνάσας δ’ ἑαυτὸν | |
| κἀμὲ καταπονήσας συνέπεισεν ἡσυχάζειν· | |
| κοὐ μόνον παραστιχίδι με τοῖς μαθεῖν θέλουσιν | |
| ἐνεφάνισε, πανούργως ὑποθεὶς δ’ ἔπος τι καινὸν | |
| 15 | χειραγωγίηι διάφορον, εἰδὼς ὅτι τοὺς μὲν |
| ἀγκύλην ἔχοντας διάνοιαν ἐπιμελῶς δεῖ | |
| μισθὸν ἀμαθίης λαβόντας ὀψέ ποτε φρονῆσαι, | |
| τοὺς δ’ ἐπὶ σοφίηι κριθέντας ἀνεπίτακτον ἕξειν | |
| παράκλησιν ἵν’ ἐκ κλύδωνος ἠρεμεῖν μ’ ἀφῶσιν. | |
| 20 | συνιέντι θέλω λέγειν τι, συνιέντι δὲ μηδὲν |
| μὴ μάτην με κόπτειν, ἑτέροις τόπον δὲ δοῦναι. | |
| ἀνάθημα γὰρ εὐχῆς θεὸς ἡδέως δέδορκεν. | |
| III.22a | {²Osiris to Moschion:}² |
| 23 | δέρκομαι εὐχωλῆς πινυτόφρονος ἄνθεμα τερπνόν, |
| δέρκομαι, εὐσεβίη τ’ οὔ με παρετρόχασεν, | |
| 25 | ἀνθ’ ὧν τιμήεντα λαχὼν εὔελπιν ἔπαινον |
| ἐκ φρενὸς ἡμετέρης γηθόσυνος κόμισαι. | |
| 26a | {²The Greek abacus:}² |
| 27 | Ὀσίριδι Μοσχίων ὑγιασθεὶς τὸν πόδα ἰατρείαις. |
| IV.27a | {²Moschion to the passer-by:}² |
| 28 | μέσην μέσης τῆς πλινθίδος τὴν χειραγωγὸν ἀρχὴν |
| λαβών, ἴχνευε προβλέπων, ἵν’ εὐσύνοπτος ἦι σοι | |
| 30 | ἡ παῦλλα τῶν ἐμῶν πόνων κα̣ὶ πλινθίδος μέριμνα· |
| χὠσεί τις ἴδρις πολυπόνου φυτουργίης ὑπάρχων, | |
| ἐντεῦθεν ἐκ πηγῆς ἄγων μελιρύτου τιν’ ὁρμὴν | |
| ἄρδευ’ ἐς ὄρχους πολυμερεῖς στοιχηδὸν ἐξελίσσων. | |
| εἰς τέσσαρας μὲν οὖν τιθεὶς πανουργίης ἀριθμοὺς | |
| 35 | τὸ σῶμ’ ὅλον μή που λάθηις καὶ συνχέας προσάψηις |
| σὸν ἀγνόημ’ ἁμαρτάνων τῶι μηθὲν ἀγνοοῦντι. | |
| τάξιν γὰρ εὑρὼν ποικίλως διατρέχουσαν ἑξῆς | |
| πηγῆς τε πρὸς τέρμ’ ἐξ ἴσου σύμφωνον ἀποτελεσμόν, | |
| συνεὶς ἀνάθεμά τ’ εὐμενῶς ὡς κοίρανος δέδορκεν | |
| 40 | καὶ καρπὸν οἷον ἐκ φρενὸς θείας λαβὼν κομίζω, |
| σαφῶς ἐρεῖς πεισθεὶς ἐμοὶ θ̣[— — — — — — — — —]. | |
| V.41a | {²The abacus to the passer-by:}² |
| 42 | μή με θαυμάσηις, εἰ πολύχωρος οὖσ’ ἄδηλον |
| ὄμμασιν φέρω φαντασίην· οὐ δύναται γὰρ | |
| στοιχεῖά τις εὔγνωστα τιθεὶς μὴ οὐκ ἀποκρύψαι | |
| 45 | χώρην, ἵνα τῶι θέλοντι καὶ πλάνην παράσχηι. |
| ἵνα δὲ μὴ μακρὴν κεἰς ἄπορον τράπηις ἀταρπόν, | |
| ὡς ἂν ἰσαρίθμων Πιερίσιν στίχων κατάσχηις | |
| νοῦν, ἀποκνίσας εὐξύνετον γράμμ’ ἀφ’ ἑκάστου, | |
| ὅρμησον ἐφ’ ἣν τέθεικε χειραγωγὸν ἀρχήν· | |
| 50 | σημανεῖ γάρ, εἰ πύθοιο, κἢν ὀρθὸν ἔχηις νοῦν. |
| 42/50 | {²vertically down, at left, repeating the acrostich:}² Μοσχίονος. |
| VI.50a | {²Osiris to Moschion:}² |
| 51 | δέρκομαι εὐχωλῆς πινυτόφρονος ἄνθεμα τερπνόν, |
| δέρκομαι, εὐσεβίη τ’ οὔ με παρετρόχασεν· | |
| ἀνθ’ ὧν τιμήεντα λαχὼν εὔελπιν ἔπαινον | |
| ἐκ φρενὸς ἡμετέρης γηθόσυνος κόμισαι. |