[ ]
Eg. — Memphis (Mit Riheina)? — 2nd/1st c. BC — GVI 1313
1 | στῆθι λάον κατενῶπα τελώριον |
ἐν τριόδοισι, | ξεῖνε, καὶ εὑρήσεις γρ- | |
άμματι ῥηγνύμενον· | ἠὺ δ’ ὄπα προχέ- | |
ων στενάχιζέ με τὴν προμολοῦσαν | | |
5 | εἰς ἐνέρους ὁσίην ἀσπίδα τηλέβιον |
δυσμενέων ὑπὸ χερσί· τί σοι πλέον, αἰνό- | |
τατ’ ἀνδρῶν, | ἐστίν, ὅτι ζωῆς τῆσδέ με | |
ἀπεστέρεσας; | σοὶ γὰρ ὁμοῦ καὶ ἔρεσσι | |
κέλωρ’ ἐμὰ θεσπέσι’ ἔσται· | οὐκ οἴημ ἐπὶ | |
10 | γῆς ἔκτανες οὖσαν ἐμέ, | ἀλλ’ ὅσα περ |
ψάμαθος παρὰ θῖν’ ἁλὸς ἔσχεν ἀριθμά, | | |
τόσσον ἐπιχθόνιοι θῆρες ἔχουσι γένος· | | |
ἦ σὲ μὲν οὐχ ὕπατον, πύματον δ’ Ἀίδην̣ | |
πελάσουσι, | ὄμμασι δερκόμενον σῶν ἐ- | |
15 | ρέων θάνατον. |