[ ] Eg. — Hermoupolis Magna (El Ashmūnein) — Tuna el-Gebel — 2nd c. AD — GVI 1897
1 οὐκέτι σοι μέλλω θύειν, θύγα[τερ μετ]ὰ κλ̣[α]υ̣θμοῦ,
  ἐξ οὗ δὴ ἔγνων, ὡς θεὸς ἐξεγένου.
λοιβαῖς εὐφημεῖτε καὶ εὐχωλαῖς Ἰσιδώραν,
  ἣ νύμφη Νυμφῶν ἁρπαγίμη γέγονεν.
5 χαῖρε, τέκος· νύμφη ὄνομ’ ἐστί σοι, ἰδέ τε Ὧραι
  σπένδουσιν προχοαῖς ταῖς ἰδί[α]ι̣ς̣ κατ’ ἔτος·
χειμὼν μὲν γάλα λευκόν, ἀλε̣ί̣φατον ἄνθος ἐλαίης,
  ναρκίσσωι δὲ στέφει ἄνθει ἁβροτάτωι·
εἶαρ δ’ αὐτομάτης πέμπει γόνον ἔνθα μελίσσης,
10   καὶ ῥόδον ἐκ καλύκων, ἄνθος Ἔρωτι φίλον·
καῦμα δ’ ἄρ’ ἐκ ληνοῦ Βάκχου πόμα καὶ στέφανόν σοι
  ἐκ σταφυλῆς, δῆσαν βότρυας ἀκρεμόνων.
ταῦτά νυ σοί· τάδε πάντα ἐτήσια ἔνθα τελεῖται
  τεθμὸς ἅτ’ ἀθανάτοις· τοὔνεκα δ’ αὐτὸς ἐγὼ
15 οὐκέτι σοι μέλλω θύειν, θύγατερ, μετὰ κλαυθμοῦ.
Search Help
Contact Us