[ ]
Eg. — Hermoupolis Magna (El Ashmūnein) — Tuna el-Gebel — 2nd c. AD — GVI 1897
| 1 | οὐκέτι σοι μέλλω θύειν, θύγα[τερ μετ]ὰ κλ̣[α]υ̣θμοῦ, |
| ἐξ οὗ δὴ ἔγνων, ὡς θεὸς ἐξεγένου. | |
| λοιβαῖς εὐφημεῖτε καὶ εὐχωλαῖς Ἰσιδώραν, | |
| ἣ νύμφη Νυμφῶν ἁρπαγίμη γέγονεν. | |
| 5 | χαῖρε, τέκος· νύμφη ὄνομ’ ἐστί σοι, ἰδέ τε Ὧραι |
| σπένδουσιν προχοαῖς ταῖς ἰδί[α]ι̣ς̣ κατ’ ἔτος· | |
| χειμὼν μὲν γάλα λευκόν, ἀλε̣ί̣φατον ἄνθος ἐλαίης, | |
| ναρκίσσωι δὲ στέφει ἄνθει ἁβροτάτωι· | |
| εἶαρ δ’ αὐτομάτης πέμπει γόνον ἔνθα μελίσσης, | |
| 10 | καὶ ῥόδον ἐκ καλύκων, ἄνθος Ἔρωτι φίλον· |
| καῦμα δ’ ἄρ’ ἐκ ληνοῦ Βάκχου πόμα καὶ στέφανόν σοι | |
| ἐκ σταφυλῆς, δῆσαν βότρυας ἀκρεμόνων. | |
| ταῦτά νυ σοί· τάδε πάντα ἐτήσια ἔνθα τελεῖται | |
| τεθμὸς ἅτ’ ἀθανάτοις· τοὔνεκα δ’ αὐτὸς ἐγὼ | |
| 15 | οὐκέτι σοι μέλλω θύειν, θύγατερ, μετὰ κλαυθμοῦ. |