[ ]
Eg. — Naukratis (Kōm Giéif)? — 2nd/1st c. BC — GVI 994
| 1 | ὁ πρὶν ἐνὶ πτολέμοι<σι> φανεὶς φιλοδήιος ἀνὴρ |
| στυγνά τ’ ἐπ’ ἀντιπάλοις δούρατ’ ἐρεισάμενος, | |
| κέκλιμαι εὐσεβέων λειμώνια νῦν ὑπὸ βένθη, | |
| δάκρυα πικρὰ λιπὼν πατρὶ ποθεινοτάτῳ, | |
| 5 | ἠδέ γ’ ὁμογνήτοι<σι>· Φιλωνίδου εἰμὶ δὲ κοῦρος, |
| οὔνομα ταὐτὸν ἔχων· ἁ δέ με γειναμένα | |
| αὐτὰ καὶ δέχεται τόδ’ ὑπ’ ἠρίον· οὔνεχ’, ὁδῖτα, | |
| χαῖρε καὶ ἀκλαύτου τέρμαθ’ ἵκοιο βίου. |