[ ] Eg. — Marseille, Mus. d'archéologie — 3rd/4th c. AD — GVI 744
1 Ἥρωνος θυγάτηρ πολυπενθὴς Ἀρτεμιδώρα,
ὃν Δήμητρος ἔτευξε τύχη στεφάνοιο προφήτην,
ἀνέρος εὐγνώστοιο, περίφρονος, ἐνθάδε κεῖμαι,
οὗ μέροπες ποίησαν ἐπώνυμον ἔνθα Σελέμβηι·
5 εἰμὶ δ’ ἐτῶν ὀκτὼ καὶ τεσσεράκοντα λιποῦσα
φῶς γλυκερὸν ζωῆς, γενεθλήιον μῆνα ἄγουσα·
λείπω δ’ υἱέα μοῦνον, ὃν ἶσα τέκεσσιν ἅπαντες
ὀρφανὸν εἰσορόωντες ἀεὶ φιλέοιτε πρεπόντως.
                     εὐθύμει.
About
Search Help