[ ]
Eg. — Marseille, Mus. d'archéologie — 3rd/4th c. AD — GVI 744
| 1 | Ἥρωνος θυγάτηρ πολυπενθὴς Ἀρτεμιδώρα, |
| ὃν Δήμητρος ἔτευξε τύχη στεφάνοιο προφήτην, | |
| ἀνέρος εὐγνώστοιο, περίφρονος, ἐνθάδε κεῖμαι, | |
| οὗ μέροπες ποίησαν ἐπώνυμον ἔνθα Σελέμβηι· | |
| 5 | εἰμὶ δ’ ἐτῶν ὀκτὼ καὶ τεσσεράκοντα λιποῦσα |
| φῶς γλυκερὸν ζωῆς, γενεθλήιον μῆνα ἄγουσα· | |
| λείπω δ’ υἱέα μοῦνον, ὃν ἶσα τέκεσσιν ἅπαντες | |
| ὀρφανὸν εἰσορόωντες ἀεὶ φιλέοιτε πρεπόντως. | |
| εὐθύμει. |