[ ]
Eg. — Alexandria (El Iskandariya) — Rom. Imp. period — GVI 1875
| 1 | Θέρμιν χρηστὴ, χαῖρε. |
| χθονίων ἔνερθε δαιμόνων ἀνάκτορες | |
| σ̣εμνή τε Φερσέ̣φασσα, Δήμητρος κόρη, | |
| δέχεσθε τὴν ναυαγὸν ἀθλίαν ξένην, | |
| 5 | πατρὸς γεγῶσαν Λυσανί̣ου Θέρμιν ἐμέ, |
| ἐσθλὴν δ’ ἄκοιτιν Σιμάλου ξυνάορον. | |
| εἴ τις δ’ ἐμοῖς σπλανχνοῖσιν ἢ βίῳ ποτὲ | |
| οἰκτρὰς Ἐρινῦς φαρμάκων ἐπήγαγεν, | |
| μὴ πώποτ’ ἄλλην μοῖραν, ἄφθιτοι θεοί, | |
| 10 | πέμψηθ’ ὁμοίαν θ’ ἣν ἐγὼ κεκτημένη. |
| ἔνερθε ναίω, τριπτύχους μῆνας φθίσι, | |
| βιότου λιποῦσα καρπόν, ὃν γῆ πανκράτ̣ωρ | |
| βροτοῖς δίδωσι, τοῦδ’ ἀπεστερημέ[ν]ῃ | |
| τέκνων τε, ἄνακτες, κἀνδρὸς οὗ ψυχὴ [μ]ία | |
| 15 | ὑπῆρχέ μοι σὺν ἀνδρὶ καὶ βίος γλυκύς. |
| τούτων ἁπάντων ἀθλία λελησμένη | |
| ἀρὰς τίθημι, τοῖα ἔχουσα πήματα, | |
| αὐτοῖσι καὶ τέκεσι παρρίζους μολῖν | |
| "Ἅδου μέγαν κευ[θ]μῶνα καὶ σκ<τ>ότου {²⁶σκότου}²⁶ πύλας, | |
| 20 | τέκνων δ’ ἐμῶν ἄθραυστον ὄλβιον βίον |
| πάν̣των ἱκέσθαι κἀνδρὸς ἰς γήρως χρόνον, | |
| εἴ γ’ ἐστ’ ἐν Ἅδου βαιὸς εὐχωλῆς λόγος, | |
| ἀρὰς τελήας οἷς ἐπεύχομαι τελῖν. | |
| —— μουσῶν ἀοιδήν συνβιώσεως σέθεν | |
| 25 | τερπνήν τε καὶ λυπηρὸν ἔνπαλιν διδούς, |
| Θέρμιν, ἐμὴ ξύνευνε, τοῖαδ’ ἐννέπω· | |
| θρέψω δ’ ὅσους ἔφυσας ἐξ ἐμοῦ γόνους | |
| τῆς πρός σε φιλίας ἀξίως, ξυνάορε. | |
| Λυσᾶν τε τὸν πρὶν τοῖς ἐμοῖς ὁμόρροπον (ἔτους) ζʹ, Παϋνὶ κϛʹ | |
| 30 | παισὶν συνέξω, σὴν χάριν ταύτην τ̣ιθίς, |
| ἄμενπτον ἐν βίῳ γὰρ ἔσχηκας τρόπον. |