[ ] Eg. — Arsinoïte Nome (Faiyūm) — late Ptolemaic period — GVI 757
1 παῖδα Ῥοδίππωι, ξεῖνε, Λεόντιον ἣν τέκε μήτηρ,
  ἀστὴν Ἡδεῖαν τύμβος ἐπέσχεν ὅδε,
τέσσαρας εἰς μῆνας λεύσσειμ φάος ἧι θέμις ἦγ καὶ
  ὀκτὼ ὑπ’ ἠελίωι διπλόα πάντα θέρη,
5 ὧν ἐπὶ νυμφείην τρὶς πέντ’ ἐτήων Διόφαντος
  εὖσαν σύλλεκτρον παρθένον ἠγάγετο·
ἀρτίγαμον δὲ θανοῦσαν ἐλαφρὴν τήνδ’ ὑπὸ βῶλον
  ταρχύσας Λιβύης θῆκε ποθεινοτάτην.
Search Help
Contact Us