[ ] Eg. — Apollonopolis Magna (Idfu) — Hassaia — late Ptolemaic period — GVI 1990
1 εὐμοίρῳ τόδε μητρὶ Μέλας ἐπέχευα τὸ σῆμα,
  ἡ δ’ ἱεροὺς χώρους οἴχεται εὐσεβέων.
—— ἐνθάδε μέν μοι τύμβον ἐπ’ οὐλοὰ κωκύσαντες
  ἡμέτερος γαμέτη̣ς [κ]αὶ πάϊς ἀμφέχ<ε>αν.
5 ξεῖνε, σὺ δ’ ὃς παρὰ τόνδε φέρ<ε>ις πόδας ἠρέμα χῶρον,
  ἀμφ’ ἐμέο κραδίην <σ>τέλλεο γηθόσυνος·
καὶ γὰρ ἐνὶ φθιμ<έ>νοισι θ<ε>ουδείης γέ<ρ>ας ἔσχον,
  ἡμιθέων ἀλόχων κῦδος ἐνεγκαμένη·
πέμψαν δ’ ἀθάνατοί με θεοὶ μακάρων ἐβὶ νήσους
10   εὐδέν̣[δ]ρ̣ου θ’ ἱερὰς Ἠλυσίοιο γ[ύ]ας.
Search Help
Contact Us