[ ]
Eg. — Apollonopolis Magna (Idfu) — Hassaia — late Ptolemaic period — GVI 1150
| 1 | Εὐαγόρου κούρην συνγνούς, ξένε, τῶιδ’ ὑπὸ τύμβῳ |
| στεῖχε σὺν εὐτυχίηι τῆσδε δι’ ἀτραπιτοῦ | |
| Βάχθεος ἐν σκοπέλοισιν ὀρηάδος, ᾗ με λαχοῦσα | |
| θάλπει Φερσεφόνης ἥιδ’ ἱερὰ κλισία | |
| 5 | καὶ κλέος ἀείμνηστον ἐπιχθονίοισιν ἔχουσαν, |
| γνωστὸν ὅσοι πάτραν τήνδ’ ἐπέβησαν ἐμήν. | |
| οὔνομὰ μοι ’στ’, ὦ ξεῖν’, Ἀφροδισία, ἣν Πτολεμαῖος | |
| γῆμεν ὁ καὶ βουλᾶι καὶ δορὶ θαρσαλέος | |
| καὶ στρατιᾶι Φοίβου δικνὺς σέλας αἰὲν ἄμωμον | |
| 10 | συγγενικῆς τε φορῶν δόξαν ἰσουρανίαν. |
| ὧι γενόμην εὔνους βίοτον διάγουσ’ ἅμα κοινῆι | |
| καὶ γενέσει τέκνων, ἣν λίπον ἐν προκοπαῖς· | |
| ὧν μ’ ἀ<π>εχώρισ’ ὁ πά<ντ>’ ἐφορῶν Χρόνος, ἠδὲ σὺν αὐτῷ | |
| Μοῖραι κλωστείρων νῆσαν ἀπ’ ἀθανάτων· | |
| 15 | τοῦ χάριν ἡ τλήμων κατοδύρομαι εἰν Ἀίδαο, |
| παντοίων χαρίτων κάλλος ἐνεγκαμένηι· | |
| καὶ με συνάορον οὖσαν ἐμὸς πόσις ἐκτερέιξεν, | |
| προφρονέως δικνὺς εὔνοιαν, ἣν ἔχε μοι· | |
| ὦ καλὸν εἰς ἄλοχον θέμενος χρέος, ὦ καλὰ θυμῶι | |
| 20 | ῥέξας καὶ ζώσηι κα<ὶ> παρὰ Φερσεφόνηι. |
| ταῦτα μαθὼν χαίροντι νόωι παράμειβε κέλευθον, | |
| ξεῖνε, σὺν εὐτυχίηι πρός γ’ ἔτι καὶ σὰ τέκνα· | |
| καὶ λέγ’ ἐμὲ κτερίσασι· "μένοιτ’ ἐπὶ γῆς ἀμάραντοι, | |
| ὅσσον ἐγὼ ναίωι δώματα Φερσεφόνης". | |
| 25 | Ἀφροδισία χρηστή, χαῖρε. |
| Ἡρώδης ἔγραψεν. |