[ ] Eg. — Apollonopolis Magna (Idfu) — Hassaia — late Ptolemaic period — GVI 1150
1 Εὐαγόρου κούρην συνγνούς, ξένε, τῶιδ’ ὑπὸ τύμβῳ
  στεῖχε σὺν εὐτυχίηι τῆσδε δι’ ἀτραπιτοῦ
Βάχθεος ἐν σκοπέλοισιν ὀρηάδος, ᾗ με λαχοῦσα
  θάλπει Φερσεφόνης ἥιδ’ ἱερὰ κλισία
5 καὶ κλέος ἀείμνηστον ἐπιχθονίοισιν ἔχουσαν,
  γνωστὸν ὅσοι πάτραν τήνδ’ ἐπέβησαν ἐμήν.
οὔνομὰ μοι ’στ’, ὦ ξεῖν’, Ἀφροδισία, ἣν Πτολεμαῖος
  γῆμεν ὁ καὶ βουλᾶι καὶ δορὶ θαρσαλέος
καὶ στρατιᾶι Φοίβου δικνὺς σέλας αἰὲν ἄμωμον
10   συγγενικῆς τε φορῶν δόξαν ἰσουρανίαν.
ὧι γενόμην εὔνους βίοτον διάγουσ’ ἅμα κοινῆι
  καὶ γενέσει τέκνων, ἣν λίπον ἐν προκοπαῖς·
ὧν μ’ ἀ<π>εχώρισ’ ὁ πά<ντ>’ ἐφορῶν Χρόνος, ἠδὲ σὺν αὐτῷ
  Μοῖραι κλωστείρων νῆσαν ἀπ’ ἀθανάτων·
15 τοῦ χάριν ἡ τλήμων κατοδύρομαι εἰν Ἀίδαο,
  παντοίων χαρίτων κάλλος ἐνεγκαμένηι·
καὶ με συνάορον οὖσαν ἐμὸς πόσις ἐκτερέιξεν,
  προφρονέως δικνὺς εὔνοιαν, ἣν ἔχε μοι·
ὦ καλὸν εἰς ἄλοχον θέμενος χρέος, ὦ καλὰ θυμῶι
20   ῥέξας καὶ ζώσηι κα<ὶ> παρὰ Φερσεφόνηι.
ταῦτα μαθὼν χαίροντι νόωι παράμειβε κέλευθον,
  ξεῖνε, σὺν εὐτυχίηι πρός γ’ ἔτι καὶ σὰ τέκνα·
καὶ λέγ’ ἐμὲ κτερίσασι· "μένοιτ’ ἐπὶ γῆς ἀμάραντοι,
  ὅσσον ἐγὼ ναίωι δώματα Φερσεφόνης".
25           Ἀφροδισία χρηστή, χαῖρε.
              Ἡρώδης ἔγραψεν.
Search Help