[ ]
Eg. — Memphis (Mit Riheina) — Saqqāra — 3rd/4th c. AD — GVI 1887
| 1 | μητρὶ δέμας γαίῃ προλιπὼν θεοΐκελος ἀνήρ, |
| πάτρης ἐν ζαθέοις ὄρεσιν τυκτῷ ὑπὸ τύμβῳ, | |
| οὐλόμενον γῆρας προφυγὼν μεσάτῃ ἐνὶ ἥβῃ | |
| αἰθερίας ἁψῖδος ἔβη μακάρων μεθ’ ὅμειλον, | |
| 5 | πάτρην κυδήνας γέρασιν στεφάνοισί τε πολλ[οῖς], |
| οὓς ἀναδησάμενος πρῶτος παρέδωκε τέκεσσι. | |
| τίς δ’ ὅδ’ ἀνήρ; φήσει τις ὁδειτάων παριόντων· | |
| τίς μάκαρ οὕτως ἐστί, τίς ὄλβιος, ὅν τε σὺ κεύθεις; | |
| τόνδε ἐγὼ σειγῇ τε καὶ οὐ λαλέουσα διδάξω· | |
| 10 | Ὡριγένους ἔρνος γλυκερόν, Κάσιος μυροπώλης. |
| εὐψύχι. |