[ ] Eg. — Antinooupolis (Sheikh ‘Ibāda) — beg. 3rd c. AD — GVI 1167
1 Πάλλαντος εἴ τιν’ οἶσθας ἄνδρ’ ἐπώνυμον,
δεκάδαρχον, ἔργων Ἀντινόοιο προστάτην,
τούτωι με δαίμων οἰκέτ<η>ν κατήγαγεν
Αἰθιοπίδος γῆς, ἔνθ’ ἐμοὶ φυτόσποροι.
5 χροιήν μὲν ἐν ζωοῖσιν ἦν μελάντερος,
οἷον βολαὶ ποιοῦσιν ἡλιωτίδες·
ψυχὴ δὲ λευκοῖς ἄνθεσιν βρύουσ’ ἀεὶ
εὔνοιαν εἷλκε δεσπότου σαόφρονος,
ψυχῆς γὰρ ἐσθλῆς κάλλος ἐστὶ δεύτερον,
10 μορφήν τ<έ> μοι μέλαιναν εὖ κατέστεφεν.
οἷος μετ’ Ἰνδοὺς ἦλθε μαινόλης θεός,
βωμοῖς ἀνήσων αἰνὰ φῦλα βαρβάρων,
τοιοῦτος ἦν πάροιθεν ἡλιούμενος.
νῦν αὖτε τύμβωι πάντ’ ἀποκρύψας ἔχω,
15 θυμόν τε μορφήν θ’ ἥ με τὸ πρὶν ἄμπεχεν,
λοιπὸν δὲ πάντων οὔνομ’ ἐστί μοι μόνον.
ἐπιτυγχάνοντα γάρ με γινώσκοι<ς>, ξένε,
πάντων τυχόντα τῶν βροτοῖσιν ἡδέων·
τούτων δ’ ἀμοιβὴν δεσπότηι δοίη θεὸς
20 βίου τε μακρεὶν οἶμον εὔκλειάν θ’ ὁμοῦ.
Search Help