[ ]
Eg. — Antinooupolis (Sheikh ‘Ibāda) — beg. 3rd c. AD — GVI 1167
| 1 | Πάλλαντος εἴ τιν’ οἶσθας ἄνδρ’ ἐπώνυμον, |
| δεκάδαρχον, ἔργων Ἀντινόοιο προστάτην, | |
| τούτωι με δαίμων οἰκέτ<η>ν κατήγαγεν | |
| Αἰθιοπίδος γῆς, ἔνθ’ ἐμοὶ φυτόσποροι. | |
| 5 | χροιήν μὲν ἐν ζωοῖσιν ἦν μελάντερος, |
| οἷον βολαὶ ποιοῦσιν ἡλιωτίδες· | |
| ψυχὴ δὲ λευκοῖς ἄνθεσιν βρύουσ’ ἀεὶ | |
| εὔνοιαν εἷλκε δεσπότου σαόφρονος, | |
| ψυχῆς γὰρ ἐσθλῆς κάλλος ἐστὶ δεύτερον, | |
| 10 | μορφήν τ<έ> μοι μέλαιναν εὖ κατέστεφεν. |
| οἷος μετ’ Ἰνδοὺς ἦλθε μαινόλης θεός, | |
| βωμοῖς ἀνήσων αἰνὰ φῦλα βαρβάρων, | |
| τοιοῦτος ἦν πάροιθεν ἡλιούμενος. | |
| νῦν αὖτε τύμβωι πάντ’ ἀποκρύψας ἔχω, | |
| 15 | θυμόν τε μορφήν θ’ ἥ με τὸ πρὶν ἄμπεχεν, |
| λοιπὸν δὲ πάντων οὔνομ’ ἐστί μοι μόνον. | |
| ἐπιτυγχάνοντα γάρ με γινώσκοι<ς>, ξένε, | |
| πάντων τυχόντα τῶν βροτοῖσιν ἡδέων· | |
| τούτων δ’ ἀμοιβὴν δεσπότηι δοίη θεὸς | |
| 20 | βίου τε μακρεὶν οἶμον εὔκλειάν θ’ ὁμοῦ. |