[ ]
Eg. — Antinooupolis (Sheikh ‘Ibāda) — beg. 3rd c. AD — GVI 1167
1 | Πάλλαντος εἴ τιν’ οἶσθας ἄνδρ’ ἐπώνυμον, |
δεκάδαρχον, ἔργων Ἀντινόοιο προστάτην, | |
τούτωι με δαίμων οἰκέτ<η>ν κατήγαγεν | |
Αἰθιοπίδος γῆς, ἔνθ’ ἐμοὶ φυτόσποροι. | |
5 | χροιήν μὲν ἐν ζωοῖσιν ἦν μελάντερος, |
οἷον βολαὶ ποιοῦσιν ἡλιωτίδες· | |
ψυχὴ δὲ λευκοῖς ἄνθεσιν βρύουσ’ ἀεὶ | |
εὔνοιαν εἷλκε δεσπότου σαόφρονος, | |
ψυχῆς γὰρ ἐσθλῆς κάλλος ἐστὶ δεύτερον, | |
10 | μορφήν τ<έ> μοι μέλαιναν εὖ κατέστεφεν. |
οἷος μετ’ Ἰνδοὺς ἦλθε μαινόλης θεός, | |
βωμοῖς ἀνήσων αἰνὰ φῦλα βαρβάρων, | |
τοιοῦτος ἦν πάροιθεν ἡλιούμενος. | |
νῦν αὖτε τύμβωι πάντ’ ἀποκρύψας ἔχω, | |
15 | θυμόν τε μορφήν θ’ ἥ με τὸ πρὶν ἄμπεχεν, |
λοιπὸν δὲ πάντων οὔνομ’ ἐστί μοι μόνον. | |
ἐπιτυγχάνοντα γάρ με γινώσκοι<ς>, ξένε, | |
πάντων τυχόντα τῶν βροτοῖσιν ἡδέων· | |
τούτων δ’ ἀμοιβὴν δεσπότηι δοίη θεὸς | |
20 | βίου τε μακρεὶν οἶμον εὔκλειάν θ’ ὁμοῦ. |