[ ]
Eg. — Alexandria [W.] — El Gabbari Necr. — early Rom. Imp. period — GVI 1015
| 1 | πατρὶς Ἀλεξάνδρεια Μακηδονὶς Αἰγύπτοιο, |
| κοσμοτρόφον δάπεδον μεγάλου Πλουτῆος ἄνακτος, | |
| ἡ δὲ τέχνη χρυσοῖο καὶ ἀργύρου ἠδὲ μετάλλων. | |
| δὶς δέκα ἕξ ζήσας ἔτεσιν καὶ μηνὶ δὲ πέμπτῳ | |
| 5 | λαμπρὸν ἀπ’ ὀφθαλμῶν ἔλιπον φάος ἠελίοιο· |
| κεῖμαι δ’ Εἰταλίδος γαίης νέκυς, ἐν δέκα μησὶν | |
| ξείνῃ ἐν ἀλλοδαπῇ χειρσὶ ποριζόμενος. | |
| οὔνομα δὴ γενετῆρες ἐμοὶ θήκαντο Κάνωβον. | |
| ἐνθάδ’ ἐμοῦ φάσεως καθαρὸν τόδε σῆμα πρόκειται, | |
| 10 | φροντίδι ἐμῆς ἀλόχου παραμυθία συνζοίης, |
| στοργῆς μοι τριετοὺς εὐσεβίην θεμένης. | |
| στῆσον ἴχνος, παροδεῖτα, καὶ ἄφθονον ἐνθάδε δάκρυ | |
| σπείσας ἐκ βλεφάρων κλαῖε τὸν ἐν φθιμένοις | |
| Αὐσονίων χώρῃ κείμενον ὠκύμορον. |