[ ] Eg. — Koptos (Qift) — Ptolemaic period — GVI 1149
1 ἁγεμόνα Πτολεμαῖον, ὁδοιπόρε, τῆιδέ με κεύθει
  τύμβος, ἀνὰ κρατερήν φυλόπιδα φθίμενον,
παῖδὰ τε Μηνοόδωρον ἐνὶ πτολέμοισιν ἀταρβῆ
  καὶ θρασὺν αἰχμητὴν σημοφόρωι κάμακι,
5 εὖτ’ ἐπὶ δυσμενέεσσι Μακηδόνι σύν στρατιώτηι,
  τοῖο τόθ’ ἁγεμόνων, θούριον ἆγον Ἄρη·
δήϊα δ’ ἐν προμάχοισι καὶ ἄσπετα φῦλα κανόντας
  ἀμφοτέρους Ἀίδας ὠμὸς ἐληΐσατο.
κλεινὰ δ’ ὑπὲρ πάτρας θάνομεν θρεπτήρια δόντες,
10   γυμνασιάρχος ἐν αἷ καὶ τὸ πάρος γενόμαν,
πολλάκι τ’ ἐμ πρυλέεσσιν ἀρήιος, ἔνθα δὲ βουλᾶς
  χρῆμα, τὸν ἐκ πραπίδων αἶνον ἐνεγκάμενος.
[ἀλλ]ὰ σύ, καρτερέ, χαῖρε καὶ ἐμ φθιμένοις, Πτολεμαῖε·
[–⏑⏑ –] αὐδήσας {²⁷[ὅν τε προσ]αυδήσας?}²⁷ υἱό<ν>, ὁδῖτ’, ἄπιθι.
Search Help
Contact Us