[ ] Eg. — El Gīza Mkt — 3rd/2nd c. BC — GVI 699 — Add. ad p. 47
1 τὸ πρὶν ἐγὼ ναίων Λιβύης πέδον ἐνθάδε κεῖμαι
  Μάγνης τ’ εἰμὶ γένος κοὔνομα Σωσίβιος,
Πλούτωνός τε δόμους καὶ Φερσεφόνης κυαναυψεῖς
  Μίνω σύνθωκος δ’ εἰμὶ παρ’ εὐσεβέσιν.
5 ἀλλὰ σύ μοι, παροδῖτα, προσαυδήσας μέγα χαίρειν
  μηθὲν ταρβήσας ἀσφαλέως ἄπιθι.
Search Help
Contact Us