[ ]
Eg. — El Gīza Mkt — 3rd/2nd c. BC — GVI 699 — Add. ad p. 47
| 1 | τὸ πρὶν ἐγὼ ναίων Λιβύης πέδον ἐνθάδε κεῖμαι |
| Μάγνης τ’ εἰμὶ γένος κοὔνομα Σωσίβιος, | |
| Πλούτωνός τε δόμους καὶ Φερσεφόνης κυαναυψεῖς | |
| Μίνω σύνθωκος δ’ εἰμὶ παρ’ εὐσεβέσιν. | |
| 5 | ἀλλὰ σύ μοι, παροδῖτα, προσαυδήσας μέγα χαίρειν |
| μηθὲν ταρβήσας ἀσφαλέως ἄπιθι. |