[ ] Eg. — Magdola (Medinet el-Nihās) — 95 BC — SB 5.8932
1 ὑπὲρ βασιλέως Πτολεμαίου τοῦ κα[ὶ]
Ἀλεξάνδρου καὶ βασιλίσσης [Κ]λ̣[εο]-
[πάτρας] τῆς ἀδελφῆς, θεῶν [Φιλομη]τ̣ό̣-
ρων Σωτήρων καὶ τῶν τέκνων καὶ τῶν
5 [προ]γόνων, Ἥρ̣ωνι θεῶι μεγάλωι.
            (ἔτους) [κ]ʹ, Φ̣αμενὼ̣θ αʹ.
[βασι]λ[εῖ Πτολεμ]αίωι τ[ῶι] καὶ Ἀλεξάνδρωι θεῶι
[Φιλο]μήτο[ρι] χαίρειν Ἡ[ρ]ώδ[η]ς Χαριδήμου
[καὶ Ἡρ]ώδης Νείλου ἀμ[φ]ότεροι τῶν ἐκ τῆς θερ[α]-
10 πήας αʹ {²⁶πρώτου}²⁶ σημ<ή>ου. ὑπάρχοντος π[ρὸς] Μαγδῶ[λα]
ἱεροῦ Ἥρωνος θεοῦ μεγίστου, ἔτι δὲ καὶ ἱερ[ᾶς]
γῆς ἀχρήστων, ἐν αἷς καὶ προσκλύζει ὁ προσπαρα-
κείμενος αἰγιαλός, ἐν δὲ τούτωι ἀνακειμένω[ν]
σοῦ τε, μέγιστε βασιλεῦ, καὶ τῶν προγόνων
15 ἰκόνων γραπ<τ>ῶν, τῶν τε θυσιῶν καὶ σπονδῶν
καὶ τῶν ἄλλων τῶν νομιζομένων ὑπέρ τε σοῦ,
[ν]ικηφόρε βασιλεῦ, καὶ τῶν τέκνων διὰ νυκτὸς
καὶ ἡμέρας συντελουμένων, νυνὶ δὲ τοῦ προ-
δεδηλωμένου ἱεροῦ ἐγλελιμμένου τοῖς ὅλοις
20 χάριν τοῦ μὴ μόνον τοὺς ἐπὶ πραγμάτων τετα[γ]-
μένους συνεχέστερον παραγινομένους συκο-
φαντ<ί>ας καὶ σεισμοῦ {ς} ἕνεκα παρενοχλεῖν καὶ
παραλογεύειν τὸ σημαινόμενον ἱερόν, ἀλλὰ
καὶ ἐν ταῖς γινομέναις παρ’ ἕκαστον ἐν τῆι
25 κώμηι λογείαις ἐπιχιρ̣[ε]ῖν τοὺς ἐκ τού[τ]ου ἱερεῖς
πράσσειν παρὰ τὸ καθῆκον τὸ ὅμοιον· τὸ δ’ ὅλον
οὐ προσηκόντως ἐπιτηδεύουσιν ἀπαιτεῖν
[τ]ῆς διασαφουμένης χέρσου ἱερᾶς γ̣ῆς τό τε θʹ {²⁶ἔνατον}²⁶
καὶ τὸ να̣ύ̣βιον· διὸ δὴ ἀξιοῦμεν <σέ>, τὸν εὐχά-
30 ριστον καὶ θεότατον βασιλέα, καθ’ ἣν ἔχεις
πρὸς τὸ θεῖον εὐ[σ]έβειαν, ἐπιχωρήσαντα ἡ-
μ[ῖν] διὰ προστάγματος εἶναι τὸ μηνυ-
όμενον ἱερὸν ἄσυλον καὶ ἀναθεῖναι στήλας
λιθίνας ἐκκεκολαμμένας τοῖς θ’ ἑλληνικο[ῖς]
35 καὶ ἐνχωρίοις γράμμασιν πρὸ τοῦ λιθίνου προ-
πύλου τοῦ ἱεροῦ, προστάξαι Πτολεμαίωι τῶι
συγγενεῖ καὶ ὑπομνηματογράφωι καὶ ἐπιστρα-
τήγωι γράψαι Λυσανίαι τῶι συγγενεῖ καὶ στρα-
τηγῶι τοῦ νομοῦ κατακολουθήσαντα τοῖς
40 ἠξιωμένοις μηδενὶ ἐπιτρέπειν πράσσειν
μηδὲ παραλογεύειν μηδὲ εἰσεῖναι εἰς τὸ
ἱερὸν μήτε ἡμᾶς μήτε τοὺς ἁγνεύοντας ἱερεῖς
μηδὲ τὸν προφήτην ἀπαιτεῖν μηθὲν μη[δὲ]
παρενοχλεῖν κατὰ μηδένα τρόπον μηδὲ μ̣ὴ̣ν̣
45 τῆς ἱερᾶς ἀχρήστου παρευρέ<σ>ει ᾑτι<νι>οῦν· ὅπως
πολλ<ῶ>ι μᾶλλον προθυμότερον τὰ νομιζόμενα
ἐπι[τέ]λωσει αὐτοί τε ἐσόμεθα π[ε]φιλανθρωπημέν[οι]. εὐτύχε[ι].
Λυσ[αν]ίαι· μηδενὶ ἐπιτρέπειν εἰσβιάζεσθαι
εἰς τὸ ἱερόν.                 (ἔτους) κʹ, Ἁθὺρ ιηʹ.
50 τῶι ἐπιστάτει· κατακολουθεῖν τοῖς προστε-
ταγ{γ}μένοις {²⁶προστεταγμένοις}²⁶ vac. (ἔτους) κʹ, Μεχεὶρ ιʹ.
Search Help