[ ] Eg. — Theadelphia (Batn Ihrīt) — 57 BC — SB 1.1161
1 ἄσυλον κατὰ πρόσταγμα· ᾧ μὴ πρᾶγμα.
τῶι ἐπιστάτηι Θεαδελφείας· τῆς δεδο-
μένης τῆι θεᾶι βασιλίσσηι ἐντεύξεως
παρὰ τῶν ἱερέων τοῦ ἐν τῆι κώμηι Πνεφερῶτος
5 θεοῦ μεγάλου, μετενηνεγμένης δ’ ἐφ’ ἡμᾶς
σὺν τῶι πρὸς αὐτὴν προστεταγμένωι τὸ ἀντ[ί]-
γραφον ὑπόκειται· κατακολού̣θει οὗν τοῖς προσ-
τεταγμένοις· ἔρρωσο· (ἔτους) βʹ, Φαμενὼθ γʹ.
βασιλίσσηι Βερενίκηι θεᾶι Ἐπιφανεῖ χαίρειν
10 οἱ ἱερεῖς τοῦ Πνεφερῶι θεοῦ μεγάλου κρο-
κοδείλου τοῦ ὄντος ἐν Θεαδελφείαι τ̣[ῆς]
Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου· τυγχά-
νομεν ἀδιαλείπτως τάς τε θυσίας καὶ
σπονδὰς καὶ καύσεις λύχνων καὶ τἆλλα
15 [τὰ] ν̣ομιζόμενα τοῖς θεοῖς ἐπιτελοῦντες
[ὑπ]έρ τε σοῦ καὶ τῶν προγόνων· προαιρούμε-
[ν]οι δὲ τὴν τοῦ ἱεροῦ ἀσυλίαν ἐπικυρωθῆναι,
[ἵ]να τούτου πρὸς αὔξησιν ἀγομένου πολλῷ
μ̣ᾶλλον τὰ νομιζόμενα τοῖς θεοῖς ὑπέρ σου,
20 κ̣αθότι πρόκειται, ἐπιτελῆται, δεόμεθα,
καθ’ ἣν ἔχεις πρὸς τὸ θεῖον εὐσέβειαν, προσ-
τάξαι τὸ σημαινόμενον ἱερὸν καὶ τοὺς προσ-
ὀντας τόπους, λιβὸς μὲν ἐπ’ ἀπηλιώτην [πήχεις]
[ἑκατὸν δέκα ἑπτά], νότου δ’ ἐπὶ βορ-
25 ρᾶν ἀπὸ τοῦ γειτνιῶντος ἐγ νότου Βουβαστι-
είου μέχρι τῶν προσόντων ἀπὸ βορρᾶ τάφων̣
τῶν ἀποθειουμένων ἱερῶν ζῴων, εἶναι ἀσύ-
λους καὶ μηδένα καθ’ ὁντινοῦν τρόπον ἐκ τού-
των ἀποβιάζεσθαι, τὸν δὲ φανησόμενον
30 θανάτωι ἔνοχον εἶναι· ὑπὲρ ὧν καὶ γραφῆ-
ναι Διοσκουρίδηι τῶι συγγενεῖ καὶ στρατηγῶι
τοῦ νομοῦ προνοηθῆναι ὡς διὰ στήλης τῆς
πρὸς τοῖς δεδηλωμένοις τόποις ἐνοικοδο-
μηθησομένης ἐνγλυφήσεται ὑπέρ τε σοῦ
35 καὶ τῶν προγόνων ἡ τοῦ δηλουμένου ἱεροῦ καὶ
τῶν προσόντων τόπων ἀσυλίαι ἐπὶ τοῖς ἠξι-
ωμένοις, καθάπερ ἐπὶ τῶν ὁμοίων γείνεται·
τούτου δὲ γενομένου ἔσται τὸ θεῖον μὴ παρα-
τεθεωρημένον· οὐ δυνάμενοι δὲ τοῦ ἱεροῦ
40 ἀποσπᾶ̣[σ]θαι, δεδώκα[μ]ε[ν τ]ὴν περὶ τ[ού]των ἐ-
πιτρο[πὴν Σωκράτηι τῶι μά]λιστα τ[οῦ ἱεροῦ] διὰ παν-
τὸς προι̣[σταμένωι, σχεθησομένωι] τ̣ο̣υ̣ τῶν ἠ-
ξιωμένων ἀπ[οτελέσματος, ἵν’ ὦμε]ν̣ [εὐ]ε̣ρ̣γετη-
μένοι· διευ[τύ]χ[ει. Διοσκουρίδηι]· γ̣ι̣ν̣έ̣σ̣θ̣ω̣·
45                     (ἔτους) [βʹ], Φα̣ῶ̣φ̣ι̣ ι̣ζ̣ʹ.
Search Help
Contact Us