[ ]
Eg. — Soknopaiou Nesos (Dimai) — 104 BC — SB 5.8884; cf. SEG 26.1747
| 1 | ὑπὲρ βασιλίσσ[η]ς Κλεοπάτ[ρας] |
| θεᾶς Εὐεργετίδος κ[αὶ] βασιλέως Πτολεμαίο[υ] | |
| τοῦ καὶ Ἀλεξάνδρου, θεοῦ Φιλομήτορος, | |
| [Ἴ]σιδι Σονονάει, θε[ᾶι] μεγίστηι, καὶ | |
| 5 | Ἁρποχράτηι {²⁶Ἁρποκράτηι}²⁶ καὶ Πρεμά[ρ]ρει, θεοῖς Εὐχαρίστοις, |
| Διονύσιος Δημητρίου κ[α]ὶ Θάσ[η]ς Φίλων[ος ἡ] γυνὴ | |
| καὶ τὰ τέκνα τὴν εἰς τ[ὴ]ν ἀπὸ τοῦ δρόμου | |
| Πρεμαρρείους ἄγουσαν εὐθεῖαν ὁδὸν ἐπ[ὶ] | |
| τὸν Νάβλα καὶ τὰς γεφύρας πρὸς εὐχέ[ρειαν] | |
| 10 | ὡδοποιημένην εἰς ἀμφότ[ε]ρα τὰ ἱερα τή[ν τε] |
| [δα]πάνην καὶ τὸν βωμό[ν], | |
| (ἔτους) ιγʹ το<ῦ> {²⁷SEG 26.1747: τὸ Bingen}²⁷ καὶ ιʹ, Ἐπεὶφ κγʹ. |