[ ]
Delos — Rheneia — SEG 23.518
1 | δά[κρυσον κού]ραν Ἑρμαφίλου Ἀντιόχισσαν |
ΜΟ[․․․․․․] δυσπενθῆ μοῖραν ἐνεγκαμέναν, | |
τόν[τ’ ἀπὸ Φοιν]ίκης Θεόδωρον Λαοδικεῖα | |
δάκρ[υσο]ν, γεν<έ>ται ταὐτὸν ἔχοντα ὄνομα· | |
5 | ἄλλο[υς] τε ἀνθρακιῆς ὁπόσους μία μοῖρ’ ἐκάλυψεν |
Ἀΐδεω, τρισσὰς εἰς ἀριθμὸν δεκάδας· | |
οὕς φλὸξ τυφομένη πυρὸς ὤλεσε, τ<α>ῖς δὲ καμούσαις | |
κοινὸν ἀποφθιμένων τοῦτο καταγλάϊσεν | |
σῆμα Μέγης Φοῖνιξ Διονυσίου· ἀλλὰ τὸ χαίρειν | |
10 | [τοὺς] κατὰ γῆς εἰπῶν δὶς τόσον αὐτὸς ἔχοις. |