[ ]
Delos — Rheneia — early 1st c. BC — GVI (1955) 1681
| 1 | τί πλέον ἐν μορφῇ σε καὶ ἐν φρεσὶν ἔξοχα λάμψαι, |
| Ἰσιάς, ἀνδρὶ φίλῳ χάρμα ποθεινότατον; | |
| τοῖσδε γὰρ οὐκέθ’ ὅμαιμος ἀγάλλεται ὡς πρὶν Ἀπολλώς, | |
| ἀλλὰ Ἀίδης τὸ τεὸν κάλλος ἐνοσφίσατο. | |
| 5 | μήτηρ δ’ ἐξ ὠδῖνος ἀποφθιμένην σε καλύπτει, |
| ἡ πρὶν ἀπ’ ὠδίνων τὸ γλυκὺ δοῦσα φάος· | |
| ἀντία γ’, ὦ Μοῖραι γαμψοὺς ἐπεθήκατε ἀτράκτοις | |
| αὐχένας, εἰ γενέται παισὶ τελοῦσι τάφους. |