[ ]
Delos — Rheneia — early 1st c. BC — GVI 702
l.1 | Ἐπικαρπία Διογένου |
Σιδωνία, | |
r.1 | Διογένης |
Διογένου | |
Ἀθηναῖος, | |
l.3 | χρηστοὶ καὶ ἄλυποι, |
χαίρετε. | |
5 | ἁ πρὶν ἐνὶ ζ̣ωοῖς Ἐπικαρπία ἀνδρὶ ποθινὰ |
καὶ τέκνοις ἀγαθὰ καὶ βίου οἰκονόμος, | |
κάλλος καὶ μορφάν ἐρατὸν προλιποῦσα | |
πρὸς Ἅδαν, | ἐν γᾷ Ῥηναίᾳ κεῖμαι ὑπὸ σπιλάδι. | |
ἀλλά με, τὰν καὶ πρόσθεν ἐνὶ ζωοῖσιν ἄλυπον | |
10 | πᾶσιν, καὶ φθιμένοις κεκλιμέναν ἀβαρῆ, |
χαίρειν αὐδάσας, χαίρων ἴθι καὶ αὐτός, ἐπεί μ̣[οι] | |
Μοῖρα λιπεῖν οἴκους ὤπασε τοὺς ἰδίου̣[ς]. |