[ ]
Delos — Rheneia — late 2nd c. BC — GVI (1955) 1232
| 1 | ὦ ξῖνε, τόνδε τύμβον ἄνχι σε βλέπων |
| δάκρυε τὴν τάλαιναν, τὴν ἐπὶ ξένης | |
| ἔκρυψε κευθμὼν ἔνκυον πεπρωμένης, | |
| Ἀλίνην ποθὲν Φοίνισσαν, ὡς ἀπ’ Ἀσκάλω<ν>?, | |
| 5 | μόνην πλανῆτιν δημότιν λελει<μ>μένη[ν], |
| ἐλέου χάριν δάκρυε, τῆι δ’ ἐπιστρέφων | |
| ἀπευχαρίστει τῶι θάψαντι γνησίως. |